Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.245 | Joseph. BJ 2.250 (English) | >>Joseph. BJ 2.256 |
2.248αὐτὸς δὲ διοικήσας τὴν ἡγεμονίαν ἔτεσι τρισκαίδεκα , πρὸς δὲ μησὶν ὀκτὼ καὶ
-- -- ὃν ταῖς Ἀγριππίνης τῆς γυναικὸς ἀπάταις ἐπὶ κληρονομίᾳ τῆς ἀρχῆς εἰσεποιήσατο καίπερ υἱὸν ἔχων γνήσιον Βρεττανικὸν ἐκ Μεσσαλίνης τῆς προτέρας γυναικὸς καὶ Ὀκταουίαν θυγατέρα τὴν ὑπʼ αὐτοῦ ζευχθεῖσαν Νέρωνι · γεγόνει δʼ αὐτῷ καὶ ἐκ Παιτίνης Ἀντωνία .
2.250
καὶ ὡς τελευταῖον ὑπὸ φρενοβλαβείας ἐξώκειλεν εἰς σκηνὴν καὶ θέατρον , ἐπειδὴ διʼ ὄχλου πᾶσίν ἐστιν , παραλείψω , τρέψομαι δὲ ἐπὶ τὰ Ἰουδαίοις κατʼ αὐτὸν γενόμενα .
2.252
οὗτος τόν τε ἀρχιλῃστὴν Ἐλεάζαρον ἔτεσιν εἴκοσι τὴν χώραν λῃσάμενον καὶ πολλοὺς τῶν σὺν αὐτῷ ζωγρήσας ἀνέπεμψεν εἰς Ῥώμην · τῶν δʼ ἀνασταυρωθέντων ὑπʼ αὐτοῦ λῃστῶν καὶ τῶν ἐπὶ κοινωνίᾳ φωραθέντων δημοτῶν οὓς ἐκόλασεν , ἄπειρόν τι πλῆθος ἦν .
Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ]. | ||
<<Joseph. BJ 2.245 | Joseph. BJ 2.250 (English) | >>Joseph. BJ 2.256 |